ΤΟ ΣΥΝΟΔΙΚΟΝ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ
ΣΥΝΟΔΙΚΟΝ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Προοίμιον (ἢ τίτλος) §1 Ἐποφειλομένη πρὸς Θεὸν ἐτήσιος εὐχαριστία καθ’ ἣν ἡμέραν ἀπελάβομεν τὴν τοῦ Θεοῦ ἐκκλησίαν σὺν ἀποδείξει τῶν τῆς εὐσεβείας δογμάτων καὶ καταστροφῇ τῶν τῆς κακίας δυσσεβημάτων. (Κυρίως Συνοδικόν) §2 Προφητικαῖς ἑπόμενοι ῥήσεσιν ἀποστολικαῖς τε παραινέσεσιν εἴκοντες καὶ εὐαγγελικαῖς ἱστορίαις στοιχούμενοι, τῶν ἐγκαινίων τὴν ἡμέραν ἑορτάζομεν. ᾿Ησαΐας μὲν γάρ φησιν ἐγκαινίζεσθαι νήσους πρὸς τὸν Θεόν, τὰς ἐξ ἐθνῶν ὑπαινιττόμενος ἐκκλησίας· εἶεν δ’ ἂν ἐκκλησίαι, οὐχ αἱ τῶν ναῶν ἁπλῶς οἰκοδομαὶ καὶ φαιδρότητες, ἀλλὰ τῶν ἐν αὐταῖς εὐσεβούντων τὸ πλήρωμα, καὶ οἷς ἐκεῖνοι τὸ θεῖον ὕμνοις καὶ δοξολογίαις θεραπεύουσιν. ὁ δὲ ἀπόστολος, αὐτὸ τοῦτο παραινῶν, «ἐν καινότητι ζωῆς περιπατῆσαι» διακελεύεται καὶ «εἴ τις ἐν Χριστῷ καινὴ κτίσις» ἀνακαινίζεσθαι. τὰ δέ γε κυριακὰ λόγια τὴν προφητικὴν δεικνύντα κατάστασιν, «ἐγένετο, φησίν, τὰ ἐγκαίνια ἐν ᾿Ιεροσολύμοις καὶ χειμὼν ἦν», εἴτε νοητὸς