Λόγος εἰς τὴν ὑπαπάντην τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ καὶ εἰς τὸν Συμεῶνα τὸν Θεοδόχον
Λόγος εἰς τὴν ὑπαπάντην τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ καὶ εἰς τὸν Συμεῶνα τὸν Θεοδόχον Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Κυρίλλου ἀρχιεπισκόπου Ἱεροσολύμων Υπαπαντή του Κυρίου ημών Ιησού Χριστού Χαῖρε σφόδρα, θύγατερ Σιών. Κήρυττε χαράν, θύγατερ Ἱερουσαλήμ. Χόρευε λαὸς πόλεως τῆς τοῦ Θεοῦ. Σκιρτήσατε πύλαι καὶ τείχη Σιὼν καὶ πᾶσα ἡ γῆ. Βοήσατε τὰ ὄρη, καὶ οἱ βουνοὶ μεγάλα σκιρτήσατε. Ποταμοὶ κροτήσατε χεῖρας, καὶ ὄχλοι Σιὼν περιλάβετε, Θεοῦ παρουσίαν ἐν αὐτῇ βλέποντες. Συμφωνείτω σήμερον τὰ οὐράνια τοῖς ἐπιγείοις, καὶ ἀνυμνείτω ἡ ἄνω μετὰ τῆς κάτω Ἱερουσαλήμ, διὰ Χριστὸν τὸν ἐν αὐτῇ, Οὐράνιον καὶ Ἐπίγειον. Οὐράνιον νοεραὶ δυνάμεις περιχορεύσατε, Ἐπίγειον οἱ ἐπὶ τῆς γῆς σὺν ἀγγέλοις ὑμνήσατε. Σήμερον γὰρ ὤφθη ὁ Θεὸς τῶν θεῶν ἐν Σιών. Σήμερον δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ Ἱερουσαλήμ, ἡ πόλις τοῦ Βασιλέως τοῦ Μεγάλου ἄνοιγε τὰς πύλας τῷ ἀνοίξαντι πᾶσι τὰς οὐρανίους πύλας καὶ ἀνοίξαντι πᾶσι τὰς παραδείσου πύλας καὶ ἀνοίξαντι τῶν τάφων ἐπὶ σταυρ